(III secolo a. C.)
Epidauro, santuario di Asclepio.
Edizioni
IG IV², 1 98 I.
[ἐπ’ ἱαρ]εῦς Θιοκύδευς, μηνὸς Ἀπελλαίου
ὀφείλει τῶι θεῶι ὁ ἐργώνας τᾶς ὕσπλα-
κος Φίλων Κορίνθιος τᾶς ζαμίας ἇς ἐ-
ζαμίωσε αὐτὸν ὁ ἀγωνοθέτας τοῦ γυ-
5 μνικοῦ Τρίτυλλος καὶ οἱ ἑλλανοδίκαι καὶ
ἐπέκρινε αὐτὸν παρεόντα ἁ βουλὰ δι-
καίως ἐζαμιῶσθαι δραχμαῖς Ἀλεξαν-
δρείαις πεντακοσίαις· τούτου ἀνθυφαι-
ρεθέντος τοῦ μισθοῦ δραχμᾶν διακοσι-
10 ᾶν τὸ λοιπὸν σὺν ἡμιολίωι ὀφείλει, ἐ-
πεὶ οὐκ ἀπελύσατο κατὰ τὸν νόμον, Ἀλε-
ξανδρείας {450 dr.}, καὶ ὁ ἔγγυος Νίκων
τραπεζίτας Κορίνθιος.