(III secolo a. C.)

 Epidauro, santuario di Asclepio.

  

Edizioni

 IG IV², 1 98 I.

 

[ἐπ’ ἱαρ]εῦς Θιοκύδευς, μηνὸς Ἀπελλαίου

ὀφείλει τῶι θεῶι ὁ ἐργώνας τᾶς ὕσπλα-

κος Φίλων Κορίνθιος τᾶς ζαμίας ἇς ἐ-

ζαμίωσε αὐτὸν ὁ ἀγωνοθέτας τοῦ γυ-

5     μνικοῦ Τρίτυλλος καὶ οἱ ἑλλανοδίκαι καὶ

ἐπέκρινε αὐτὸν παρεόντα ἁ βουλὰ δι-

καίως ἐζαμιῶσθαι δραχμαῖς Ἀλεξαν-

δρείαις πεντακοσίαις· τούτου ἀνθυφαι-

ρεθέντος τοῦ μισθοῦ δραχμᾶν διακοσι-

10  ᾶν τὸ λοιπὸν σὺν ἡμιολίωι ὀφείλει, ἐ-

πεὶ οὐκ ἀπελύσατο κατὰ τὸν νόμον, Ἀλε-

ξανδρείας {450 dr.}, καὶ ὁ ἔγγυος Νίκων

 

      τραπεζίτας Κορίνθιος.